Add parallel Print Page Options

24 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς [a]ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· ὁ δὲ [b]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε [c]ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.

Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας [d]καὶ συντελείας τοῦ αἰῶνος. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν. μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ [e]γὰρ γενέσθαι, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται [f]λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.

Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:1 ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο WH Treg NIV ] ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:2 ἀποκριθεὶς WH Treg NIV ] Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:2 ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:3 καὶ WH Treg NIV ] + τῆς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:6 γὰρ WH Treg NIV ] + πάντα RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:7 λιμοὶ WH Treg NIV ] + καὶ λοιμοὶ RP